Αἰσχίνης Χαρίνου τοῦ ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος, ἐκ νέουφιλόπονος: διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. ὅθεν ἔλεγε,
"μόνος ἡμᾶς οἶδε τιμᾶν ὁτοῦ ἀλλαντοποιοῦ." τοῦτον ἔφη
Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα: Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους. διεβάλλετο δ᾽ ὁ Αἰσχίνης καὶ μάλισθ᾽ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως ὡς τοὺς πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης: ὧν οἱ μὲν καλούμενοι ἀκέφαλοι σφόδρ᾽ εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν: οὓς καὶ Πεισίστρατος ὁ Ἐφέσιος ἔλεγε μὴ εἶναι Αἰσχίνου. 2 [61] καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. ἀλλὰ καὶ τῶν Ἀντισθένους τόν τε μικρὸν Κῦρον καὶ τὸν Ἡρακλέα τὸν ἐλάσσω καὶ Ἀλκιβιάδην καὶ τοὺς τῶν ἄλλων δὲ ἐσκευώρηται. οἱ δ᾽ οὖν τῶν Αἰσχίνου τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι εἰσὶν ἑπτά: πρῶτος Μιλτιάδης, διὸ καὶ ἀσθενέστερόν πως ἔχει:Καλλίας, Ἀξίοχος, Ἀσπασία, Ἀλκιβιάδης, Τηλαύγης, Ῥίνων.
Φασὶ δ᾽ αὐτὸν δι᾽ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ᾽ Ἀριστίππου συστῆναι: δόντα τέ τινας τῶν διαλόγων δῶρα λαβεῖν.
Pare
che questo Eschine si fosse appropriato di dialoghi scritti da
Socrate. Dunque il caro Socrate avrebbe composto dialoghi imitati poi
dai discepoli, e passa invece per uno che non ha scritto nulla !
Nessun commento:
Posta un commento